Ancient Greek
BGU 4 1170 (1)
Documentary Papyri, Bgu 4 1170i
Not analysed yet
κόλλημα Πρωτάρχωι παρὰ Φήλικος τοῦ Καίσαρος καὶ παρὰ Σαραπίωνος τοῦ Πετε… συνχωρεῖ ὁ Σαραπίων ἔχειν παρὰ τοῦ Φήλικος δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς τεσσεράκοντα ὀκτὼ ἄτοκον, ὃ καὶ ἀποδώσειν ἕως Μεσορὴ τριακάδος τοῦ ἐνεστῶτος εἰκοστοῦ ἔτους Καίσαρος ἄνευ πάσης ὑπερθέσεως, ἢ εἶναι αὐτὸν παραχρῆμα ἀγώγιμον καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους, τῆς πράξεως γεινομένης τῶι Φήλικι ἔκ τε αὐτοῦ Σαραπίωνος καὶ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃ πίστεων πασῶν σκέπης πάσης. ἀξιοῦμεν. εὐτύχει. ἔτους κ Καίσαρος Φαρμοῦθι κα Φῆλιξ συνχωρῶ κατὰ τὰ προγεγραμμένα Ἀπε… Σαραπίωνος γέγραφα πεται αὐτοῦ γράμματα μὴ εἰδότος. Σαραπίων συγχωρῶ κατὰ τὰ προγεγραμμένα Πτολεμαῖος γέγραφα ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ ἐπίστασθαι γράμματα.