Ancient Greek
BGU 4 1170 (1)
Documentary Papyri, Bgu 4 1170ii
Not analysed yet
Πρωτάρχῳ παρὰ Ἐρωταρίου τῆς Κλεωνύμου μετὰ κυρίου τοῦ ἀνδρὸς Πα…ιου καὶ παρὰ Ψενανούφιος τοῦ Ἁρπαήσιος. συνχωρεῖ ἡ Ἐρωτάριον ἀπέχειν παρὰ τοῦ Ψενανούφιος διὰ τῆς Δημητρίου κολλυβιστικῆς τραπέζης τὰς παρὰ τοῦ πατρὸς αὐτοῦ Ἁρπαήσιος τετελευτηκότος ἀργυρίου Πτολεμαικοῦ δραχμὰς τετρακοσίας ἀτόκους, ἅσπερ ἐδανείσεν ἡ Ἐρωτάριον τῷ Ἁπραήσι κατὰ τὸν γεγονότα ε… ἔτους κ Καίσαρος Φαρμοῦθι κα