Ancient Greek
BGU 4 1173 Ro
Documentary Papyri, Bgu 4 1173
Not analysed yet
Πρωτάρχωι παρὰ Γαίου Ἰουλίου Πρίμου καὶ παρὰ Λευκίου Κορνηλίου Ἀκούτου. συνχωρεῖ ὁ Γάιος ἀπεσχηκέναι παρὰ τοῦ Λευκίου διὰ χειρὸς ἐξ οἴκου ἃς ἐδάνεισεν αὐτῷ κατὰ συνχώρησιν διὰ τοῦ αὐτοῦ κριτηρίου τῷ …καὶ εἰκοστῷ ἔτει Καίσαρος Φαρμοῦθι ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ρ καὶ τοὺς τούτων τόκους τοῦ ὑπερπεπτωκότος χρόνου· εἶναι μὲν ἄκυρον τὴν τοῦ δανείου συνχώρησιν, μὴ ἐπελεύσεσθαι δὲ τὸν Γάιον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὸν Λεύκιον μήτε περὶ τῶν αὐτῶν μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας ἢ ἐνέχεσθαι τῷ ὡρισμένῳ προστίμῳ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα. ἀξιοῦμεν οὖν. εὐτύχει.