Ancient Greek
BGU 4 1174
Documentary Papyri, Bgu 4 1174
Not analysed yet
Πρωτάρχωι παρὰ Λουκίου Μακκίου Μελεάγρου καὶ παρὰ Ἡρώδου τοῦ Ἀπολλωνίου Ἀλθαιέως. συνχωρεῖ ὁ Λούκιος ἀπεσχηκέναι παρὰ τοῦ Ἡρώδου διὰ χειρὸς ἐξ οἴκου ἐπὶ περιλύσει καὶ τῆς γυναικὸς αὐτοῦ Ἑρμιόνης τῆς Διονυσίου ἃς ἐδάνεισεν αὐτῷ κατὰ συνχώρησιν διὰ τοῦ αὐτοῦ κριτηρίου τῶι κα ἔτει Καίσαρος …ο ἀργυρίου Πτολεμαικοῦ δραχμὰς πεντακοσίας καὶ τοὺς τούτων τόκους εἶναι μὲν ἄκυρον τὴν τοῦ δανείου συγχώρησιν, μὴ ἐπελεύσεσθαι δὲ τὸν Λούκιον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὸν Ἡρώδην μήτε περὶ τοῦ δανείου καὶ τῶν τόκων μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου τῶν ἕως τῆς ἐνεστώσης ἡμέρας ἢ ἐνέχεσθαι τῷ ὡρισμένωι προστίμωι χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα. ἀξιοῦμεν. ἔτους κϛ Καίσαρος Ἁθὺρ η