Ancient Greek
BGU 4 1175
Documentary Papyri, Bgu 4 1175
Not analysed yet
Πρωτάρχωι παρὰ Γαίου …υτηνου καὶ παρὰ Ζμύρνης τῆς Ἀσκληπιάδου Περσίνης μετὰ κυρίου τοῦ ἀνδρὸς Ἑλένου τοῦ Καίσαρος Πέρσου τῆς ἐπιγονῆς καὶ αὐτοῦ Ἑλένου. συνχωροῦσι Ζμύρνα καὶ Ἕλενος ἔχειν παρὰ τοῦ Γαίου δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑκατὸν τόκων διδράχμων τῆς μνᾶς κατὰ μῆνα, ὃ καὶ ἀποδώσειν ἐν μησὶν δυσὶν ἀπὸ Τῦβι τοῦ ἐνεστῶτος ἕκτου καὶ εἰκοστοῦ ἔτους Καίσαρος ἄνευ πάσης ὑπερθέσεως ἢ ἐκτίνειν τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοὺς δὲ τόκους ἁπλοῦς, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς ἴσους τῆς πράξεως γινομένης τῶι Γαίωι ἔκ τε τῶν κάτω καὶ μὴ ἐπιφέρειν πίστεις ἢ ἀκύρους εἶναι. ὑποχρέων ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς στ…μεσω καθάπερ ἐκ δίκης. ἔτους κϛ Καίσαρος Τῦβι α