Ancient Greek
BGU 4 1201
Documentary Papyri, Bgu 4 1201
Not analysed yet
Σωτηρείχωι τῶι θεῶι καὶ κυρίωι παρὰ Ὥρου καὶ …ου ἀμφοτέρων Θεῶτος καὶ Πετεαρ… ἱερέων κώμης Βουσίρεως. ὀρθριαίτερον τῆς …τοῦ ἐνεστῶτος μηνὸς Παῦνει τοῦ λα ἔτους Καίσαρος τῶν ἁγνευόντων ἱερέων διαπορευωμένων πρὸς τὰς λειτουργίας καὶ θυσίας τῶν θεῶν εὕρομεν τὰς θύρας τοῦ ἱεροῦ Σαράπειδος θεοῦ μεγίστου ὑφημμένας φωτί. καὶ ἡμῶν ἀνακραξάντων εἰς τὴν κώμην πρὸς βοήθειαν κατεπήδησεν ὁ γυμνασίαρχος τῆς κώμης καὶ οἱ πρεσβύτεροι καὶ οἱ λοιποὶ πάντες καὶ εὗρον ἀπὸ μέρους τὰς θύρας κατακεκαυμένας καὶ εὗρον τὸν στροφέα τοῦ ἑνὸς μέρους τῆς θύρας ἠρμένον χερσίν. διὸ ἀναφέρομεν διὰ ἀναφορᾶς, ἵνα εἰδῇς. εὐτύχει