Ancient Greek
BGU 4 1202
Documentary Papyri, Bgu 4 1202
Not analysed yet
Αὐνῆς τοπογραμματεὺς τῶν περὶ Βουσῖριν τοῖς ἀπʼ Ὀννέους ἱερεῦσι τοῦ Μένδητος καὶ Ἄμμωνος καὶ Χώνσιος καὶ Ἁρποχράτου θεῶν μεγίστων χαίρειν. ὁμολογῶ μετρήσειν ὑμῖν ἀπὸ τοῦ ιβ ἔτους κατʼ ἐνιαυτὸν ἀπὸ τοῦ τῆς ἀσχολίας λόγου τὰς ἀνιερωμένας ὑπʼ ἐμοῦ εἰς τὸ ἀρτοκόπιον τοῦ προκειμένου ἱεροῦ ὀλυρῶν ἀρτάβας δέκα τρεῖς ,ὧν κατὰ μῆνα ἕκαστον ἀρτάβην μίαν καὶ εἰς τὰς Ἐπαγομένας πέντε τὴν λοιπὴν ἀρτάβην μίαν ,ὥστʼ εἶναι τὰς προκειμένας ἀρτάβας δέκα τρεῖς ,ὅπως ὑπάρχηι τῶι ἱερῶι εἰς τὸν ἅπαντα χρόνον τό δηλούμενον φιλάνθρωπον, ἐφʼ ᾧ διαθήσει κατὰ νουμηνίαν ἑκάστην τῶι τοπογραμματεῖ ἐν Θαλ… καρει κύλληστιν εἰς τὸν ἀεὶ χρόνον. ἔτους ιβ Παχὼν κα.