Ancient Greek
BGU 4 1206
Documentary Papyri, Bgu 4 1206
Not analysed yet
Ἰσιδώρα Ἀσκλᾶτι τῶι ἀδελφῶι χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν καθάπερ εὔχομαι. κεκόμισμαι ἃ ἐγεγράφεις. ὁ ἀδελφὸς Πανίσκος γέγραφε Νουμήνιν πεπομφέναι Φίλωνα τὸν οἰκονόμον ἐπʼ αὐτὸν κατασπουδαίως ἐπὶ τὴν διοίκησιν, οὔπω σεσήμαγκε τί ἐκβέβηκε. περὶ δὲ Ἀρήου αὐτὸς Πατρ… γράφει ἐπʼ αὐτὸν χάριν τοῦ παραγράφεσθαι πυρούς. σὺ δὲ καὶ Ἁραμώτης διανδραγαθεῖτε ἐν τῆι εἰσαγωγῆι τῆς τιμῆς τοῦ φακοῦ καὶ ὀλύρας. ἐάν τι ἄλλο προσπέσῃ σημανῶ σοι, καὶ σεαυτοῦ ἐπιμελοῦ, ἵνʼ ὑγιαίνῃς. ἔρρωσο. ἔτους γ Ἁθὺρ ϛ. πρωι… Ἀσκλᾶτι τῶι ἀδελφῶι