Ancient Greek
BGU 4 1207
Documentary Papyri, Bgu 4 1207
Not analysed yet
ἔλαβον ἔτους γ Ἁθὺρ θ διὰ Πτολλίωνος …Ἰσιδώρα Ἀσκληπιάδηι τῶι ἀδελφῶι χαίρειν καὶ ὑγιαίνειν διὰ παντός. …κ…μη… ἐγεγράφεις κεκόμισμαι …περιστρώματα σανδύκινα …ωνια ι ἀεροειδῆ γ περιστρώματα συκανιωνια β. περὶ δὲ Πανίσκου τοῦ ἀδελφοῦ πέπομφε Νουμήνιος Φίλωνα τὸν ἀδελφὸν αὐτοῦ ἐπʼ αὐτὸν κατασπουδαίως ἐπὶ τὴν διοίκησιν. σὺ οὖν καὶ Ἁραμώτης ἀνδραγαθεῖτε καὶ εἰσάγεσθε τιμὴν φακοῦ ὀλυρίου. καὶ τὰ ἄλλα σεαυτοῦ δὲ ἐπιμελοῦ ἵνʼ ὑγιαίνῃς. ἔρρωσο. ἔτους γ Ἁθὺρ γ. ἐὰν δέ τι προσπέσηι σημανῶ ὑμῖν, εἰ δοκεῖ ἄγεσθαι ἕως γράψω κεκόμισμαι διὰ τοῦ χειριστοῦ ἀργυρίου δραχμὰς Βω καὶ κομίζει σοὶ Πτολλίων ἀπολογη… ἐὰν οὖν πέμπῃς ἀργύριον μελη… τέλος εἰκοστόν. Ἀσκληπιάδηι …