Ancient Greek
1210.1.1 to 1210.2.41
Documentary Papyri, Bgu 5 1210.1.1-1210.2.41
Not analysed yet
τοῦ γνώμονος, ὃν ὁ θεὸς Σεβαστὸς τῇ τοῦ ἰδίου λόγου ἐπιτροπῇ παρεστήσατο, καὶ τῶν ὑπὸ χεῖρα αὐτῷ προσγεγονότων ἤτοι ὑπὸ αὐτοκρατόρων ἢ συνκλήτου ἢ τῶν κατὰ καιρὸν ἐπάρχων ἢ ἰδίων λόγων τὰ ἐν μέσῳ κεφάλαια συντεμὼν ὑπέταξά σοι, ὅπως τῇ τῆς ἀναγραφῆς ὀλιγομερίᾳ τὴν μνήμην ἐπιστήσας εὐχερῶς τῶν πραγμάτων περικρατῇς. α ὧν ὁ φίσκος ἀναλαμβάνει τὰς οὐσίας, τούτων τοὺς τάφους περιεωρᾶτο. ὁ δὲ θεὸς Τραιανὸς μαθὼν ὅτι ἁπλῶς ἐπὶ προστροφῇ τοῦ φίσκου καὶ τῶν δανιστῶν πλείονος ἐπιμελείας τοὺς τάφους καταξιοῦσι, τὰ μὲν μνήματα αὐτοῖς συνεχώρησεν, τὰ δὲ κηποτάφια ἢ τοιαῦτα πωλεῖσθαι ἐκέλευσεν καὶ ἐντεινάμενος μόνοις χρεώσταις τοῦ φίσκου ἐκμπτορσι μένειν συνεχώρησεν τοὺς τάφους αὐτῶν οἷοι ἐὰν ὦσι. β …ιας τάφους ἀκαταχρηματίστους πωλεῖν οὐδενὶ ἐξὸν ἢ μόνοις Ῥωμαίοις. ὁ γὰρ θεὸς Ἁδριανὸς εἶπεν μηδὲν εἶναι παρὰ Ῥωμαίοις ἀκαταχρημάτιστον. γ τῶν εἰς ἀρχὴν εἰς ἴδιον λόγον εἰσδιδομένων ὁ πόρος πρὸ …δ…κ…ου κρατεῖται τέταρτον. δ τῶν τελευτώντων ἀδιαθέτως οἷς οὐδείς ἐστιν ἄλλος κατὰ νόμους κληρονόμος τὰ ὑπάρχοντα τῷ φίσκῳ προσκρίνεται. ε τὰ ὑπὸ Ἀλεξανδρέων οἷς οὐ προσήκει διατασσόμενα χωρεῖ τοῖς κατὰ νόμους κληρονομεῖν αὐτοὺς δυναμένοις, ἐάνπερ ὦσι καὶ ἐπιδικάζωνται. ϛ Ἀλεξανδρεῖ οὐκ ἐξὸν διατάξαι γυναικὶ γενεᾶς αὐτῷ ἐξ αὐτῆς μὴ οὔσης πλέον τετάρτου μέρους ἧς ἔχει περιουσίας, τέκνων δὲ αὐτῷ ἐξ αὐτῆς ὄντων οὐ πλείονος ἐξὸν μερίζειν τῇ γυναικὶ ἢ ὅσων ἐὰν ἑκάστῳ τῶν υἱῶν διατάξῃ. ζ διαθῆκαι, ὅσαι μὴ κατὰ δημοσίους χρηματισμοὺς γείνωνται, ἄκυροί εἰσι. η ἐὰν Ῥωμαικῇ διαθήκῃ προσκέηται ὅτι ὅσα δὲ ἐὰν διατάξω κατὰ πινακίδας Ἑλληνικὰς κύρια ἔστω, οὐ παραδεκτέα ἐστίν, οὐ γὰρ ἔξεστιν Ῥωμαίῳ διαθήκην Ἑλληνικὴν γράψαι. θ τοὺς ἀπελευθέρους τῶν ἀστῶν ἀτέκνους καὶ ἀδιαθέτους τελευτῶντας κληρονομοῦσιν οἱ πάτρωνες ἢ οἱ τούτων υἱοί, ἐὰν ὦσι καὶ ἐπιδικάζονται, θυγατέρες δὲ ἢ ἄλλος τις οὐ κληρονομήσουσι ἀλλὰ ὁ φίσκος.