Ancient Greek
1210.2.42 to 1210.4.78
Documentary Papyri, Bgu 5 1210.2.42-1210.4.78
Not analysed yet
ι ὅσα ἐὰν ἀπελεύθερος διατάξηταί τινι οὐκ ὄντι τῆς αὐτῆς τάξεως, ἀναλαμβάνεται. ια γυνὴ Κρηνέα τέκνον οὐ κληρονομεῖ. ιβ τὰ ἐκ Κρηνέας καὶ ξένου γενόμενα τέκνα τοὺς γονεῖς ἀμφοτέρους κληρονομεῖ. ιγ τὰ ἐξ ἀστῆς καὶ ξένου γενόμενα τέκνα ξένα γείνεται καὶ οὐ κληρονομεῖ τὴν μητέρα. ιδ οὐκ ἐξὸν ἀστῷ ἀπελευθέροις διατάσσειν πλέον φ δραχμῶν ἢ μηνιαίων δραχμῶν ε. ιε οὐκ ἐξὸν ἀπελευθέραις ἀστῶν διατίθεσθαι ὥσπερ οὐδὲ ἀσταῖς. ιϛ ὅσα ἀπελευθέροις Ῥωμαίων διατάσσεται ἐπὶ τῷ καὶ εἰς ἐγγόνους αὐτῶν ἐλθεῖν, ἐὰν ἀποδειχθῇ τὰ ἔγγονα μηδέπω γεγονότα ὅτε ἡ διάταξις ἐγράφετο, ἐγλιπόντων τῶν λαβόντων ἀναλαμβάνεται. ιζ τὰ καταλειπόμενα εἰς θυσίας κατοιχομένων, ὅταν μηκέτι ὦσιν οἱ ἐπιμεληθησόμενοι τούτων, ἀναλαμβάνεται. ιη τὰς κατὰ πίστιν γεινομένας κληρονομίας ὑπὸ Ἑλλήνων εἰς Ῥωμαίους ἢ ὑπὸ Ῥωμαίων εἰς Ἕλληνας ὁ θεὸς Οὐεσπασιανὸς ἀνέλαβεν, οἱ μέντοι τὰς πίστεις ἐξομολογησάμενοι τὸ ἥμισυ εἰλήφασι. ιθ τὰ διατασσόμενα ἀπελευθέροις οὐδέπω ἐσχηκόσι νομίμην ἀπελευθέρωσιν ἀναλαμβάνεται. νομίμη δέ ἐστιν ἀπελευθέρωσις, ἐὰν ὁ ἀπελευθερούμενος ὑπὲρ τρίακοντα ἔτη ἦν γεγονώς. κ δούλῳ ἐν δεσμοῖς γενομένῳ καὶ ὕστερον ἀπελευθερωθέντι ἢ καὶ μηδέπω τριάκοντα ἐτῶν γενομένῳ τὰ διατασσόμενα ἀναλαμβάνεται. κα ὁ ἐλευθερωθεὶς ἐντὸς τριάκοντα ἐτῶν καὶ οὐινδίκταν λαμβάνων διʼ ἐπάρχου ἴσος ἐστὶν τῷ μετὰ τριάκοντα ἔτη ἐλευθερωθέντι. κβ τῶν τελευτώντων Λατίνων τὰ ὑπάρχοντα δίδοται τοῖς πάτρωσι καὶ υἱοῖς αὐτῶν καὶ θυγατράσι καὶ κληρονόμοις, τὰ δὲ διατασσόμενα ὑπὸ μηδέπω ἐσχηκότων νομίμην ἐλευθερίαν Ῥωμαῖος ἀναλαμβάνεται. κγ οὐκ ἐξὸν Ῥωμαίοις ἀδελφὰς γῆμαι οὐδὲ τηθίδας, ἀδελφῶν θυγατέρας συνκεχώρηται. Παρδαλᾶς μέντοι ἀδελφῶν συνελθόντων τὰ ὑπάρχοντα ἀνέλαβεν. κδ τὴν διδομένην προῖκα ὑπὸ γυναικὸς Ῥωμαίας ὑπὲρ πεντήκοντα ἔτη γεγονυίας ἀνδρὶ Ῥωμαίῳ ἐντὸς ἑξήκοντα ἐτῶν γεγονότι μετὰ θάνατον ὁ φίσκος ἀναλαμβάνει. κε ὁμοίως καὶ τὴν διδομένην ὑπὸ γυναικὸς ἐντὸς ν ἐτῶν οὔσης ἀνδρὶ ὑπὲρ ἑξήκοντα ἔτη γεγονότι ἀναλαμβάνει. κϛ καὶ ἂν Λατείνα ὑπὲρ πεντήκοντα ἔτη δῷ τι ὑπὲρ ἔτη ὁμοίως ἀναλαμβάνει.