Ancient Greek
1210.5.113 to 1210.7.149
Documentary Papyri, Bgu 5 1210.5.113-1210.7.149
Not analysed yet
μ τὰ περὶ τῶν ἐισαγόντων οὓς μὴ δεῖ εἰς τὴν Ἀλεξανδρέων πολιτείαν νῦν ἡγεμονικῆς γέγονεν διαγνώσεως. μα ἐὰν Αἰγύπτιος ἐκ κοπρίας ἀνέληται παῖδα καὶ τοῦτον υἱοποιήσηται, μετὰ θάνατον τεταρτολογεῖται. μβ οἱ ἀκαταλλήλως χρηματίζοντες τεταρτολογοῦνται καὶ οἱ εἰδότες καὶ συνχρηματίσαντες αὐτοῖς τεταρτολογοῦνται. μγ Αἰγυπτίων μετὰ τελευτὴν τοῦ πατρὸς γραψάντων τὸν πατέρα Ῥωμαῖον τέταρτον ἀνελήμφθη. μδ Αἰγυπτίου ἀπογραψαμένου υἱὸν ὡς ἐφηβευκότα τῶν δύο τέταρτον ἀναλαμβάνεται. με ἐὰν ἀστὸς Αἰγυπτίαν γαμῆ καὶ τελευτήσῃ ἄτεκνος, ὁ φίσκος τὰ ἐπίκτητα αὐτοῦ ἀναλαμβάνει, ἐὰν δὲ τέκνα ἔχῃ, τὸ δίμοιρον ἀναλαμβάνει. ἐὰν δὲ ἦν προτετεκνωκὼς ἐξ ἀστῆς καὶ ἔχῃ τέκνα γ ἢ καὶ πλείονα, τούτοις χωρεῖ καὶ τὰ ἐπίκτητα, ἐὰν δὲ δύο τὸ τέταρτον ἢ τὸ πέμπτον, ἐὰν δὲ ἓν τὸ ἥμισυ. μϛ Ῥωμαίοις καὶ ἀστοῖς κατʼ ἄγνοιαν Αἰγυπτίαις συνελθοῦσι συνεχωρήθη μετὰ τοῦ ἀνευθύνους εἶναι καὶ τὰ τέκνα τῷ πατρικῷ γένει ἀκολουθεῖ. μζ ἀστὴ συνελθοῦσα Αἰγυπτίῳ κατʼ ἄγνοιαν ὡς ἀστῷ ἀνεύθυνός ἐστιν. ἐὰν δὲ καὶ ὑπὸ ἀμφοτέρων ἀπαρχὴ τέκνων τεθῇ, τηρεῖται τοῖς τέκνοις ἡ πολιτεία. μη ἀστοὶ γήμαντες Νησιώτιδας ὅμοιοί εἰσι τοῖς Αἰγυπτίοις συνελθοῦσι. μθ ἀπελευθέροις Ἀλεξανδρέων οὐκ ἐξὸν Αἰγυπτίαν γῆμαι. ν ἀπελευθέρας ἀστοῦ τετεκνωμένης ἐξ Αἰγυπτίου Νωρβᾶνος τὰ ὑπάρχοντα ἀνέλαβεν, Ῥοῦφος δὲ τοῖς τέκνοις ἔδωκε. να Σύρου καὶ ἀστῆς υἱὸς ἔγημεν Αἰγυπτίαν καὶ κατεκρίθη ὡρισμένον κεφάλαιον. νβ Ῥωμαίοις ἐξὸν Αἰγυπτίαν γῆμαι. νγ αἱ ἀγόμεναι ὑπὸ μισσικίων γυναῖκες Αἰγύπτιαι, ἐὰν χρηματίσωσι ὡς Ῥωμαῖαι, τῷ τῆς ἀκαταλληλίας κρατοῦνται. νδ θυγατρὶ μισσικίου Ῥωμαίᾳ γενομένῃ Οὖρσος οὐκ ἐπέτρεψε κληρονομῆσαι τὴν μητέρα Αἰγυπτίαν οὖσαν. νε ἐὰν Αἰγύπτιος λαθὼν στρατεύσηται ἐν λεγεῶνι, ἀπολυθεὶς εἰς τὸ Αἰγύπτιον τάγμα ἀποκαθίσταται. ὁμοίως δὲ καὶ οἱ ἐκ τοῦ ἐρετικοῦ ἀπολυθέντες ἀποκαθίστανται πλὴν μόνων τῶν ἐκ Μισηνῶν στόλου. νϛ οἱ στρατευόμενοι καὶ μὴ νομίμην ἔχοντες ἀπόλυσιν, ἐὰν χρηματίσωσι ὡς Ῥωμαῖοι, τεταρτολογοῦνται. νζ Παραιτονίων τῶν συνερχομένων γυναιξὶν ἀλλοφύλοις ἢ Αἰγυπτίαις τὰ τέκνα τῷ ἥττονι γένει ἀκολουθεῖ.