Ancient Greek
1210.7.150 to 1210.8.180
Documentary Papyri, Bgu 5 1210.7.150-1210.8.180
Not analysed yet
νη οἱ μὴ ἀπογεγραμμένοι ταῖς κατʼ οἰκίαν ἀπογραφαῖς ἑαυτούς τε καὶ οὓς δεῖ τεταρτολογοῦνται, καὶ ἐὰν δυσὶν ἀπογραφαῖς μὴ ἀπογραψάμενοι εἰσδοθῶσιν, δὶς τέταρτον κατακρίνονται. νθ Ῥωμαῖοι καὶ Ἀλεξανδρεῖς μὴ ἀπογραψάμενοι οὓς δεῖ, ἐάν τε ἕνα ἐὰν τε πλείους, ἓν τέταρτον κατακρίνονται. ξ οἱ μὴ ἀπογραψάμενοι ἀνδράποδα μόνων τῶν ἀνδραπόδων στέρονται. ξα τῶν ἀναπογράφων δούλων ἡ ἐπαφὴ δίδοται τοῖς δεσπόταις, ἐάνπερ μηδένα πόρον ἔχωσι ἢ μόνους τοὺς δούλους. ξβ οἱ ἐν στρατείᾳ ὄντες ἀναπόγραφοι οὐ κρατοῦνται, γυναῖκες δὲ αὐτῶν καὶ τέκνα εὐθύνονται. ξγ οἱ εὐθυνόμενοι ὡς μὴ ἀπογραψάμενοι τῇ προτέρᾳ ἀπογραφῇ, ἐὰν ἡ προσθήκη μέχρι γ ἐτῶν ᾖ, συνγνωμονοῦνται. ξδ τὰ περὶ τῶν χωρὶς ἀποστόλου ἐκπλεόντων νῦν ἡγεμονικῆς διαγνώσεως ἐγένετο. ξε δοῦλοι κατʼ ἄγνοιαν τοῦ δεσπότου ἐξαχθέντες ἐπράθησαν. ξϛ οἱ ἐξὸν ἐκπλεῖν ἀναπόστολοι πλέοντες τριτολογοῦνται, ἐὰν δὲ δούλους ἰδίους ἐξάγωσιν ἀναποστόλους, ἐξ ὅλων ἀναλαμβάνονται. ξζ οἱ Αἰγυπτίων δούλων οἰκογενεῖς τάσσοντες ἢ πωλοῦντες ἀπὸ οἰκογενείας ὑπὲρ τοῦ ἐκπλεῖν αὐτοὺς ὅτε μὲν ἐξ ὅλων ὅτε δὲ ἐξ ἡμίσους ὅτε δὲ ἐκ τετάρτου ἀνελήμφθησαν· κατὰ τῶν συνγνόντων ἐπίτιμα ὡρίσθη· τῶν μέντοι οἰκογενῶν, καὶ ἂν μὴ Αἰγυπτίων μητέρων ὦσιν, τὸ μητρικὸν γένος οὐκ ἐξετάζεται. ξη Ῥωμαῖος ἐκπλεύσας μὴ πλήρη τὰ πρὸς ἔκπλουν γράμματα ἐσχηκὼς κατεκρίθη τάλαντον …. ξθ Αἰγυπτία διὰ Πηλουσίου δούλους ἐκπέμψασα σὺν υἱοῖς …υμένοις κατεκρίθη τάλαντον α δραχμὰς Γ. ο τοῖς ἐν δημοσίαις χρείαις οὖσι οὐκ ἐξὸν ὠνεῖσθαι ἢ δανείζειν ἐν οἷς πραγματεύονται τόποις οὐδὲ ἰδίοις αὐτῶν οὐδὲ ἐξ ὑπολόγου οὐδὲ ἐκ προκηρύξεως ὅλου νομοῦ, οἱ δὲ ὑπόβλητοι τῶν τοιούτων γεινόμενοι εὐθύνονται τῷ ἴσῳ, καὶ αἱ ἀντικαταλλάξεις ἐνίοτε ἐκρατήθησαν· τὰ δὲ ἐπίτιμα τὰ τοιαῦτα, ἐὰν μὲν παρὰ ἰδιώτου ἀγοράσωσι, τὴν ἴσην τῶν ἠγορασμένων συντίμησιν, ἐὰν δὲ δανείσωσι, τὸ ἴσον κεφάλαιον, καὶ οἱ ὑπόβλητοι τὰ αὐτὰ κινδύνῳ ἐκείνων· ἐὰν δὲ πραθέντα, ἣν ἔλαβον καλῇ πίστει τιμήν.