Ancient Greek
BGU 6 1226
Documentary Papyri, Bgu 6 1226
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ τοῦ υἱοῦ Πτολεμαίου ἔτους κϛ ἐφʼ ἱερέως Ταυρίνου τοῦ Ἀλεξάνδρου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Ποσειδωνίου μηνὸς Χοιὰκ ἔχει Πτολεμαῖος Π…κεται παρὰ Πετοσίριος τοῦ Ἀμάσιος τοῦ παρʼ Ἀπολλωνίδου τοῦ νομάρχου ἐκ τῆς ἄνω τοπαρχίας τὸ γραφὲν λῆμμα καὶ ἀνάλωμα σπέρμα εἰς τὸ κζ ἔτος τοῦ …κλήρου ἱππικοῦ τῶν Σπαρτάκου αι π…ραμ… η ἀράκου ι πυρῶν 𐅵σῖτον καθαρὸν ἄδολον ἀπὸ πάντων μετρήσει δικαίαι μέτρωι τῶι πρὸς τὸ χαλκοῦν· ἀπομετρησάτω Πτολεμαῖος εἰς τὰ βασιλικὰ ἀπὸ Θωῦθ τοῦ κζ ἔτους τὸ σπέρμα ὃ εἴληφεν ἅμα τοῖς ἐκφορίοις ἐκ νέων· ἐὰν δὲ μὴ μετρήσηι ἀποτεισάτω ἑκάστης ἀρτάβης δραχμὰς δ καὶ ἡ πρᾶξις πρὸς βασιλικά.