Ancient Greek
BGU 6 1227
Documentary Papyri, Bgu 6 1227
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους κζ ἐφʼ ἱερέως Μηδείου τοῦ Λαάγωνος Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Μητάλας τῆς Ἀνδρωκάδους μηνὸς Θῶυθ κη ὁμολογεῖ Αἰνίας Κυρηναῖος τῶν Ζωίλου ἰδιώτης ἔχειν παρὰ Φίλωνος τοῦ παρὰ Ἀπολλωνίδου νομάρχου εἰς τὸ κη ἔτος εἰς τὸν Κυ…ς καὶ Πρατομήδους υἱῶν κλῆρον τῆς πρότερον οὔσης Σιμαρίστου διοικήσεως πυροῦ ἀρτάβας μ κριθῆς ν μέτρωι ὧι καὶ τὰ ἐκφόρια ἀπομετρεῖ Αἰνίας Κυρηναῖος τῶν Ζωίλου ἔχω τὸν σῖτον κατὰ τὸ σύμβολον τοῦτο.