Ancient Greek
BGU 6 1228
Documentary Papyri, Bgu 6 1228
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους κη ἐφʼ ἱερέως Ἀντιφίλου τοῦ Λυκίνου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Νύμφης τῆς Παίονος μηνὸς Θῶυτ ἐκ Πελα ἔχει Νίκων Σίμωνος Σελεύκειος παρʼ Εὐκλέους τοῦ παρὰ Ἀπολλωνίδου τοῦ νομάρχου σιτολόγου τῆς πρότερον οὔσης Σιμαρίστου διοικήσεως σπέρμα εἰς τὸ κθ ἔτος τοῦ Λεοντίσκου κλήρου τῶν Ἀντιόχου πυρῶν λ κριθῶν ια… σῖτον καθαρὸν ἄδολον, ἀπομετρησάτω δὲ Νίκων τοῦτον τὸν σῖτον ἅμα τοῖς ἐκφορίοις, ἐὰν δὲ μὴ ἀπομετρήσηι, ἀποτεισάτω τιμὴν τῆς ἀρτάβης ἑκάστης δραχμὰς δ καὶ ἡ πρᾶξις πρὸς βασιλικά. Νίκων Σίμωνος Σελεύκειος ὁμολογῶ ἔχειν τὰς ἑκατὸν δέκα …τὸ σπέρμα …