Ancient Greek
BGU 6 1230
Documentary Papyri, Bgu 6 1230
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους κθ ἐφʼ ἱερέως Ἀντιόχου τοῦ Κέββα Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Δημωνίκης τῆς Φίλωνος μηνὸς Ἁθὺρ ἔχει Νεοπτόλεμος Ἀριστοτέλους Κυρηναῖος τῆς ἐπιγονῆς παρὰ Ἀπολλωνίου τοῦ παρὰ Ἀπολλωνίδου νομάρχου τῆς πρότερον οὔσης Σιμαρίστου διοικήσεως ἐκ τῆς πρὸς ἥλιον εἰς τὸν Εὐαγγέλου κλῆρον τῶν Φιλάγρου τὸ γραφὲν λῆμμα καὶ ἀνήλωμα σπέρμα εἰς τὸ λ ἔτος πυρῶν πεντήκοντα κριθῶν δέκα ἓξ δίμοιρον ὡς πυρῶν ἑξήκοντα σῖτον καθαρὸν ἄδολον μέτρωι παραδοχικῶι. Νουμήνοις Ασφί… λου ἔχω τὸ σύμβολον ὑπὲρ Νεοπτολέμου …καὶ κατὰ ……Νεοπτολέμου