Ancient Greek
BGU 6 1231
Documentary Papyri, Bgu 6 1231
Not analysed yet
Ἁρυώτης Βῆτι χαίρειν. ἐὰν μετρῶσιν οἱ παρʼ Ὥρου τοῦ σιτολόγου καὶ Πετοσίριος τοῦ οἰκονόμου Ἡρακλείδει γραμματεῖ ὥστε τοῖς προσεξενολογημένοις ὑπὸ Σωμένους εἰς τὸν Ὀασίτην ἀνδράσιν Β τὸ γινόμενον μέτρημα εἰς μῆνα Παῦνι τοῦ ζ ἔτους πυροῦ ἀρτάβας κε συνχρημάτισον μέτρωι ἀνηλωτικῶι καὶ σύμβολον ποίησαι πρὸς αὐτόν. ἔρρωσο ἔτους ζ Τῦβι ιγ