Ancient Greek
BGU 6 1232 (2)
Documentary Papyri, Bgu 6 1232ii
Not analysed yet
Μηνόφιλος γραμματεὺς βυβλιαφόρων Βῆτι τῶι παρʼ Ἁρυώτου τοῦ βασιλικοῦ γραμματέως χαίρειν. ὁμολογῶ μεμετρῆσθαι διὰ σοῦ παρὰ Πτολεμαίου τοῦ σιτολογοῦντος τὴν πρὸς ἥλιον τοπαρχίαν τὸ γινόμενον μέτρημα τοῖς ἐν τῶι Ὀξυρυγχίτηι βυβλιαφόροις εἰς μῆνας Παχὼν καὶ Παῦνι τοῦ ζ ἔτους τὰς λοιπὰς πυρῶν ἀρτάβας ἑξήκοντα πέντε καὶ πρόδομα εἰς Ἐπεὶφ πυρῶν ἀρτάβας εἴκοσι δύο τὰς πάσας πυρῶν ἀρτάβας ὀγδοήκοντα ἑπτὰ γίνονται πυρῶν ἀρτάβαι πζ. Παῦνι ιγ