Ancient Greek
BGU 6 1232 (1)
Documentary Papyri, Bgu 6 1232i
Not analysed yet
Μηνόφιλος γραμματεὺς βυβλιαφόρων Βῆτι τῶι παρὰ Ἁρυώτου βασιλικοῦ γραμματέως χαίρειν. ὁμολογῶ μεμετρῆσθαι διὰ σοῦ παρὰ Πτολεμαίου τοῦ σιτολογοῦντος τὴν πρὸς ἥλιον τοπαρχίαν τὸ γινόμενον μέτρημα τοῖς ἐν τῶι Ὀξυρυγχίτηι βυβλιαφόροις εἰς Τῦβι καὶ Μεχεὶρ τοῦ ζ ἔτους πυρῶν ἀρτάβας ἑβδομήκοντα πυρῶν ἀρτάβαι ο. …