Ancient Greek
BGU 6 1259
Documentary Papyri, Bgu 6 1259
Not analysed yet
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιε ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανήφορου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Θῶθ γ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου ἀπέδοτο Πατοῦς Ὥρου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ξ μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύρριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ τε καὶ τοῖς ἀδελφοῖς γῆς ἠπείρου σιτοφόρου ἐν τῇ ταινίᾳ Παθύρεως λεγομένης Τέλωνος ἀδιαιρέτου τὸ ἐπιβάλλον αὐτῷ μέρος ἄρουραν μίαν γείτονες ὅλης τῆς γῆς νότου γῆ Πατσεοῦτος τοῦ Φίβιος, βορρᾶ γῆ Πβούκιος, ἀπηλιώτου περίβολος τῶν ἀμπελώνων, λιβὸς ὁδὸς βασιλικὴ ἢ οἵ ἂν ὦσι γείτονες παντόθεν, ἐπρίατο Πακοῖβις Πατοῦτος Πέρσης ὡς ἐτῶν λ χαλκοῦ ταλάντων δύο ,προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ ὠνὴν ταύτην πάντων Πατοῦς ὁ ἀποδόμενος ὃν ἐδέξατο Πακοῖβις ὁ πριάμενος Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα ἔτους ιε Μεχεὶρ ιβ τέτακται εἰς τὴν δεκάτην ἐγκυκλίου διὰ Πανίσκου τελώνου Πακοῖβις Πατοῦτος γῆς ἠπείρου σιτοφόρου ἐν τῆι ταινίᾳ Παθύρεως λεγομένης Τέλωνος ἀρούρης α ἧς αἱ γειτνίαι δεδήλωνται διὰ τῆς προκειμένης συγγραφῆς ἣν ἠγόρασεν παρὰ Πατοῦτος Ὥρου χαλκοῦ ταλάντων δύο γίνεται τάλαντα β τέλος δραχμὰς Ασ Πανίσκος τελώνης δραχμὰς Ατξ ὠνή Πακοίβιος πρὸς Πατοῦν. ὠναὶ …