Ancient Greek
BGU 6 1260
Documentary Papyri, Bgu 6 1260
Not analysed yet
ἔτους ιϛ τοῦ καὶ ιγ Μεχεὶρ ε ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου ἀφίσταται Νεχθανοῦπις Πατσεοῦτος Πέρσης ὡς ἐτῶν νε καὶ οἱ τούτου υἱοὶ ἀπὸ τῆς πεπραμένης αὐτοῖς ὑπὸ Πετεαρσεμθεία Πανοβχούνιος γῆς σιτοφόρου ἐν τῷ περὶ Παθύρειν πεδίωι ἄρουρης μιᾶς ,ἧς γείτονες νότου γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, βορρᾶ γῆ Χενσθώτου τοῦ Ἁρπαήσιος, ἀπηλιώτου γῆ Λέους καὶ τῶν μετόχων, λιβὸς περίχωμα ἢ οἳ ἂν ὦσι γείτονες πρὸς χαλκοῦ τάλαντα τρία · οἳ καὶ παρόντες ἐπὶ τοῦ ἀρχείου ἀνωμολογήσαντο Νεχθανοῦπις καὶ οἱ τούτου υἱοὶ ἀπέχειν τὴν λύτρα τῆς σημαινομένης ἀρούρης μιᾶς ,καὶ μὴ ἐπελεύσασθαι Νεχθανοῦπιν καὶ τοὺς τούτου υἱοὺς μηδʼ ἄλλον τινὰ τῶν παρʼ αὐτῶν ἐπὶ τὸν Πετεαρσεμθεία μηδʼ ἐπʼ ἄλλον τινὰ τῶν παρʼ αὐτοῦ περὶ τῶν σημαινομένων ταλάντων, εἰ δὲ μὴ ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα ἓξ καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρκ καὶ μηθὲν ἧσσον κύριον εἶναι τὰ προγεγραμμένα. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα …ἐπίλυσις Πετεαρσεμθεία Πανοβχούνιος γῆς ἀρούρης α ἧς πέπραται Νεχθανοῦπις Πατσεοῦτος καὶ οἱ τούτου υἱοί.