Ancient Greek
BGU 6 1275
Documentary Papyri, Bgu 6 1275
Not analysed yet
σιτικῶν βασιλευόντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Ἀρτεμισίου ἑκκαιδεκάτηι ἐν Σέφθαι τοῦ Ὀξυρυγχίτου ἐδάνεισεν Ἀμύντας Μενεδήμου Κυρηναῖος τῆς ἐπιγονῆς Καλλίππωι Κυρηναίωι τῶν Φίλωνος ἰδιώτηι ὀλυρῶν ἀρτάβας ὀγδοήκοντα τ…νδε…το…ν τὰς ὀγδοήκοντα ἀρτάβας τῶν ὀλυρῶν ἀποδότω Κάλλιππος Ἀμύνται ἐν μηνὶ Περιτίωι τοῦ ὀγδόου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον μέτρωι χόϊ τῶι …μετρήσει δικαίαι καὶ καταστησάτω τὸν σῖτον εἰς Σέφθα οὗ ἂν Ἀμύντας συντάσσηι ἰδίοις ἀνηλώμασιν· ἐὰν δὲ μὴ ἀποδῶι καθὰ γέγραπται, ἀποτεισάτω Κάλλιππος Ἀμύνται τιμὴν ἑκάστης ἀρτάβης τῶν ὀλυρῶν ἀργυρίου δραχμὰς …,καὶ ἡ πρᾶξις ἔστω Ἀμύνται καὶ ἄλλωι περὶ αὐτοῦ ἐκ τοῦ Καλλίππου κατὰ τὸ διαγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες· …Δράκων Θρᾶιξ οἱ δύο τῶν Φίλωνος ἰδιῶται Ὀ… Ἀσκληπιάδου Μιλήσιος Βακχίος Χρυσίππου …της Ἀπολλόδωρος ……ους Μεγαρεὺς Τοχλᾶς Ξενάρχου Καρδ… οἱ πέντε τῆς ἐπιγονῆς …