Ancient Greek
BGU 6 1276
Documentary Papyri, Bgu 6 1276
Not analysed yet
…Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανήφορου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Λωίου ὀκτωκαιδεκάτηι ἐν κώμηι …τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Καρτισθένης Μ… τριακοντάρουρος τῶν κεκληρουχημένων ἐν τῶι Ἡρακλεοπολίτηι τῶν οὔπω ὐφʼ ἡγεμόνα Πτολεμαίωι Δ… τῶν Φίλωνος δεκανικῶι χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς δραχμὰς διακοσίας ἀτόκους ἐσφραγισμένης τῆς συγγραφῆς, ἀποδότω δὲ Πτολεμαῖος Καρτισθένει τὸ δάνειον τοῦτο ἐν μηνὶ Δίωι τοῦ ὀγδόου ἔτους χαλκὸν δόκιμον, ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Πτολεμαῖος Καρτισθένει τὸ δάνειον τοῦτο ἡμιόλιον καὶ τόκον τοῦ ὑπερπεσόντος χρόνου ὡς ἐκ δύο δραχμῶν τὴν μνᾶν τὸν μῆνα ἕκαστον καὶ ἡ πρᾶξις ἔστω Καρτισθένει καὶ …Πτολεμαίου πρὸς Καρτισθένην δανείου δραχμῶν σ