Ancient Greek
1573.14 to 1573.23
Documentary Papyri, Bgu 7 1573.14-23
Not analysed yet
Ἁρποκρατίωνι καὶ Ἀρείῳ τοῖς τοῦ Ἀρσινοείτου νομοῦ ἐπιτηρηταῖς ξενικῶν πρακτορείας παρὰ τοῦ δεῖνος ὑπογραμματέως πόλεως καὶ πρεσβυτέρου κώμης Ἱερᾶς διαδεχομένου τὰ κατὰ τὴν κωμογραμματείαν τῶν κωμῶν Ἱερᾶς καὶ Αὐήρεως. τοῦ παρακομισθέντος ἀπὸ τῆς διαλογῆς χρηματισμοῦ ἐμβαδείας καὶ τῶν ἄλλων οἰκονομιῶν τὰ ἀντίγραφα ἐπέστειλα ὑμῖν, ἵνα ἐμβιβάσητε τὸν Ἑρέννιον εἰς τὰ διʼ αὐτῶν δηλούμενα …ομένου πρωτοπραξίας οὔσης τῷ φίσκῳ ὡς πρὸς ὑμᾶς τοῦ λόγου ἐσομένου ……Ἀπολλιναρίῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Λουκίου Ἑρεννίου Οὐάλεντος τῶν γεγυμνασιαρχηκότων διὰ Ἥρωνος φροντιστοῦ. οὗ παρεκόμισα ἀπὸ διαλογῆς ἐμβαδείας ε ἔτους Ἐπεὶφ …χρηματισμοῦ τὸ ἀντίγραφον ὑπέταξα καὶ ἀξιῶ ἐπιστεῖλαί σε ἑνὶ τῶν περὶ σὲ ὑπηρετῶν, ὅπως μεταδοθῇ τοῖς οὖσι ἐν τοῖς καταγεγραμμένοις, ἵνα ἐκχωρήσωσιν ἐν ἡμέραις ι, κελεῦσαι δὲ τῷ δεῖνι πρεσβυτέρῳ κώμης Ἱερᾶς διαδεχομένῳ τὰ κατὰ τὴν κωμογραμματείαν τῶν κωμῶν Ἱερᾶς καὶ Αὐήρεως ἐμβιβάσαι ἐμὲ εἰς τὰ διὰ τοῦ χρηματισμοῦ δηλούμενα …καὶ ψιλοὺς τόπους ……τῷ δεῖνι πρεσβυτέρῳ κώμης Ἱερᾶς διαδεχομένῳ τὰ κατὰ τὴν κωμογραμματείαν παρὰ Λουκίου Ἑρεννίου Οὐάλεντος τῶν γεγυμνασιαρχηκότων διὰ Ἥρωνος φροντιστοῦ. οὗ παρεκόμισα ἀπὸ διαλογῆς χρηματισμοῦ ἐμβαδείας …συντ ἑαυτοῦ ἐκ τούτων ἐν ἡμέραις ι τοῖς προστεταγμένοις ἀκολούθως. ἔτους ε Ἀντωνίνου Σεβαστοῦ τοῦ κυρίου …ἔτους ε Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Σεβαστοῦ ιζ· …σχος γραμματεὺς …χρηματισταὶ ὁ δεῖνα καὶ ὁ δεῖνα οἱ τὰς ἐντεύξεις διαλέξαντες· ἀναγνωσθείσης ἐντεύξεως Λουκίου Ἑρεννίου Οὐάλεντος τῶν γεγυμνασιαρχηκότων, τῆς δὲ διὰ αὐτῆς σημαινομένης καταγραφῆς ὑπογεγραμμένης ἐπενηνεγμένης καὶ τοῦ λεγομένου διαπεστάλθαι Ἥρωνος ὑπογεγραφότος διαπεστάλθαι πρὸς τὴν τοῦ χρηματισμοῦ τελείωσιν συνεκρίναμεν γραφῆναι καὶ πεμφθῆναι τῆς ἐντεύξεως ἀντίγραφον τῷ τοῦ Ἀρσινοείτου Ἡρακλείδου μερίδος στρατηγῷ, ἵνʼ, ἐὰν παρὼν ὁ Λούκιος Ἑρέννιος Οὐάλης εὐδοκῇ τούτοις καὶ προῆται τὴν καθήκουσαν χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα καὶ μηδὲν ὑπεναντίον ᾠκονομῆσθαι τὸ τηνικαῦτα, διαστειλάμενος τοῖς οὖσι ἐν τοῖς καταγεγραμμένοις ἐκχωρεῖν ἐκ τούτων ἐν ἡμέραις ι μετὰ ταύτας ποιῆται τὰ τῆς ἐμβαδείας ὃν τρόπον καθήκει τοῖς προστεταγμένοις ἀκολούθως.