Ancient Greek
1573.24 to 1573.29
Documentary Papyri, Bgu 7 1573.24-29
Not analysed yet
τῷ δεῖνι. Λούκιος Ἑρέννιος Οὐάλης τῶν γεγυμνασιαρχηκότων καταγέγραμμαι κατὰ τὰ προτετελειωμένα γράμματα ἐνεχυρασίας καὶ προσβολῆς τῶν Νεικολάου καὶ Πτολεμαίου τοῦ Νεικολάου εἰς μὲν τὴν τραπ… …ἐλαιουργεῖον καὶ συνοικίδιον καὶ ἐν ἑτέροις οἰκοπέδοις καὶ ἐν ἑτέρᾳ σφραγῖδι ἥμισυ μέρος ψιλοῦ τόπου καὶ τέταρτον μέρος συνοικίας καὶ ……ἐν ᾧ… ὑποδοχεῖα καὶ ἀμπελῶνος ἀναδενδραδικοῦ ἄρουραι β, ἐν ᾧ φρέαρ καὶ ὑποδοχεῖα καὶ περὶ Βουκόλων ἱερᾶς γῆς ……Ἀσκλᾶτος πρὸς ἀργυρίου δραχμὰς Δξδ καὶ Πετρωνίας τῆς Διοσκόρου πρὸς ἀργυρίου δραχμὰς Αξ, εἰς ἃ ἐμβαδεῦσαι βουλόμενος δέομαι ἐπὶ τῆς διαλογῆς συγκρῖναι γράψαι τῷ τοῦ Ἀρσινοείτου Ἡρακλείδου μερίδος στρατηγῷ ἐμβιβάσαι ἐμὲ εἰς τὰ καταγραφέντα ὡς πρόκειται πάντα καὶ συνεπισχύειν μοι ἐν τῇ τούτων κρατήσει καὶ κυρείᾳ καὶ ἀποφορᾷ τῶν περιγινομένων καὶ ἐν οἷς ἐὰν ἄλλοις αὐτοῦ προσδέωμαι περὶ τούτων τοῖς προστεταγμένοις ἀκολούθως ἐν μηδενὶ ἁπλῶς ἐλαττουμένου μου· πρὸς δὲ τὴν χρηματισμοῦ τελείωσιν διαπέσταλμαι τὸν Ἥρωνα. ἔτους …Ἀντωνίνου Σεβαστοῦ τοῦ κυρίου …ὁ δεῖνα ὑπηρέτης μεταδέδωκα τῷ ἐπιδικ…εντι Νικολάῳ ἐνώπιον, ὡς καθήκει. …