Ancient Greek
BGU 7 1581
Documentary Papyri, Bgu 7 1581
Not analysed yet
…ε… παρὰ Διδύμου δούλου τῶν δύο Νεμεσίλλης καὶ Πετρωνίλλης. ὑπάρχει ταῖς προγεγραμμέναις μου δεσποίναις Λογγινίαις δυσὶ ἀπούσαις ἥμισυ μέρος τρίτου μέρους οἰκίας καὶ αἰθρίου ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Ἑλληνίου, ἅπερ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν, ἐν οἷς οὐδεὶς ἀπογράφεται. Δίδυμος ὁ προγεγραμμένος ἐπιδέδωκα, καθὼς πρόκειται. ἔτους ι Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ κη