Ancient Greek
BGU 7 1582
Documentary Papyri, Bgu 7 1582
Not analysed yet
στρατηγῷ Ἀρσινοείτου …ἀπογραφη… λο vestig. Ἡρακλείδηι στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Σεύθου τοῦ Σαραπίωνος τοῦ Σαραπίωνος ἀναγραφομένου ἐπʼ ἀμφόδου Χηνοβισκίων Πρώτων. ἀπεγραψάμην τῷ διελθόντι ια ἔτει καμήλους τελείους ὀκτώ, οὓς καὶ ἀπογράφομαι εἰς τὴν τοῦ ἐνεστῶτος ιβ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπογραφὴν καὶ τοὺς γεγονότας ἐξ ἐπιγονῆς πώλους δύο διὸ ἐπιδίδωμι. Σεύθης ἐπιδέδωκα, καθὼς πρόκειται. ἔτους ιβ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ β.