Ancient Greek
BGU 7 1656
Documentary Papyri, Bgu 7 1656
Not analysed yet
Μᾶρκος Αὐρήλιος Παπίριος γυμνασιαρχήσας βουλευτὴς τῆς Ἀρσινοειτῶν πόλεως Οὐαλερίῳ Λογγείνῳ χαίρειν. ἀπέχω παρὰ σοῦ ἃς ὤφειλεν ὁ πατήρ σου Ἡρακλείδης κατὰ χειρόγραφον δισσὸν ἀργυρίου δραχμὰς διακοσίας καὶ οὐδέν σοι ἐνκαλῶ περὶ οὐδενὸςἁπλῶς πράγματος ἢ ἐγγράφου ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ οὐδενί. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου Παρθικοῦ Μεγίστου Βρεττανικοῦ Μεγίστου Εὐσεβοῦς …