Ancient Greek
BGU 7 1657
Documentary Papyri, Bgu 7 1657
Not analysed yet
Αὐρήλιος Ἰούλιος Λυκαρίων οὐετρανὸς καὶ ὡς χρηματίζω Λογγεινίᾳ Νεμεσίλλῃ μετὰ κυρίου τοῦ ἀδελφοῦ Οὐαλερίου Τούρβωνος χαίρειν. ἀπέσχον παρὰ σοῦ ἀμφʼ ὧν ὀφείλεις μοι σὺν τῷ ἀδελφῷ σου Τούρβωνι κατὰ χειρόγραφον τελειωθὲν διὰ τοῦ ἐνταῦθα ἀρχείου τῷ τετάρτῳ ἔτει Μεσορὴ λ ἐξ ἀλληλεγγύης ἀργυρίου μὲν δραχμῶν διακοσίων τεσσαράκοντα καὶ πυροῦ ἀρταβῶν τεσσάρων καὶ κριθῆς ἀρταβῶν τεσσαράκοντα πέντε καὶ λαχανοσπέρμου μέτρων ἕνδεκα ἐπὶ ὑποθήκῃ ταῖς ὑπαρχούσαις ὑμῖν περὶ κώμην Φιλαδέλφιαν τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ ἀρούραις πέντε ἐν δυσὶ σφραγῖσι, τὸ ἐπιβάλλον μέρος τῶν τε τοῦ ἀργυρίου δραχμῶν διακοσίων τεσσαράκοντα καὶ τοῦ πυροῦ ἀρταβῶν τεσσάρων καὶ λαχανοσπέρμου μέτρων ἕνδεκα ,μένοντός μοι τοῦ λόγου περὶ τῶν τῆς κριθῆς ἀρταβῶν τεσσαράκοντα πέντε καὶ ὧν ἑτέρων ἔχω ἐκ τούτου τοῦ χειρογράφου πρὸς τὸν Τούρβωνα. Ἰούλιος Λυκαρίων ἀπέσχον παρὰ τῆς Νεμεσίλλης τὸ ἐπιβάλλον μέρος τῶν τοῦ ἀργυρίου δραχμῶν διακοσίων τεσσεράκοντα καὶ πυροῦ ἀρταβῶν τεσσάρων καὶ λαχανοσπέρμου μέτρων ἕνδεκα καὶ ὡμολόγησα, ὡς πρόκιται. ἔτους ια Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θῶθ ιγ.