Ancient Greek
BGU 7 1665
Documentary Papyri, Bgu 7 1665
Not analysed yet
Αὐρήλιος Ἀμμώνιος Ἀμμωνίου καὶ ὡς χρηματίζω Αὐρηλίῳ Διογένει Τούρβωνος καὶ Ἥρωνι Ἀλλᾶτος γεωργοῖς χαίρειν. ἀπέσχον παρʼ ὑμῶν τὸ ἐκφόριον ὧν ἐγεωργήσατέ μου ἀρουρῶν ἐν τόπῳ Ἀπάτης καὶ Πτόκις λεγομένῳ κριθῆς ἀρτάβας εἴκοσι τέσσαρας, γίνονται κριθῆς ἀρτάβαι κδ. ἔτους ε Μάρκων Ἰουλίων Φιλίππων Εὐτυχῶν Εὐσεβῶν Σεβαστῶν Παῦνι κδ.