Ancient Greek
BGU 7 1666
Documentary Papyri, Bgu 7 1666
Not analysed yet
λόγος σκευῶν τῆς μητρὸς ὧν Ἑλένη· ψέλια ἀργυρᾶ τεσσάρων στατήρων καὶ ἐποίδιον χρυσοῦν τετάρτων τριῶν καὶ στολὴ Συριακὴ λευκὴ δραχμῶν ρκ· καὶ Θατρῆς· ψέλια ἀργυρᾶ τεσσάρων στατήρων καὶ ἐποίδιον χρυσοῦν τετάρτων τριῶν καὶ μηνίσκον χρυσοῦν τετάρτων τριῶν καὶ κοκκίνη στολὴ δραχμῶν ρμ· καὶ Ἀφροδοῦς· σκάφιν χαλκοῦν καὶ πάλλιν κοραξὸν καὶ ὅλμιν ἀλαβάστρινον καὶ χιτῶνα ἰδιόχρωμον ἄγναφον δραχμῶν ξ καὶ κλίνας β καὶ τράπεζα καὶ ἱμάτιον Συριακὸν δραχμῶν π καὶ φερνὴν τῆς μητρὸς …π ?,γίνονται δραχμαὶ ω.