Ancient Greek
BGU 8 1753
Documentary Papyri, Bgu 8 1753ii
Not analysed yet
Ἔρβει ἀντιγραφεῖ θησαυροῦ Περὶ Πόλιν. συμπροοῦ κατὰ τὸν παρὰ Διονυσίου τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων χρηματισμὸν εἰς τὴν καθʼ ἡμέραν προτιθεμένην ἀθήραν ταῖς Νεμέσεσι καὶ Ἀδραστείαις θεοῖς μεγίστοις τὰς ὑποκειμένας καὶ προειμένας ἕως τοῦ ιζ ἔτους πυροῦ δοχικῷ τεσσαράκοντα ὀκτώ, γίνονται πυροῦ δοχικῷ μη καὶ σύμβολα καὶ ἀντισύμβολα ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει. εἰς α… ἔτους ιη Ἐπὶφ κδ