Ancient Greek
BGU 8 1754
Documentary Papyri, Bgu 8 1754
Not analysed yet
…π… συμπροοῦ κατὰ τὸν παρὰ Διονυσίου τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων χρηματισμὸν ἀπὸ προσόδων τοῦ ιθ ἔτους τοῖς …σπόρου τὰ κατʼ ἔτος ἐπιστελλόμενα καὶ …διὰ τῶν διαγραφῶν χαλκοῦ τάλαντα ι, γίνεται τάλαντα ι, καὶ σύμβολα καὶ ἀντισύμβολα ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει. π…ρ…των… συμπροοῦ κατὰ τὸν παρὰ Διονυσίου τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων χρηματισμὸν Ὥρωι Θοτομνᾶτος ἱερακοβοσκῶι τοῦ ἐν τῶι ἐν Ἡρακλέους πόλει ἱερῶι ἱερακείου εἰς τροφὴν καὶ τὴν ἄλλην ἐπιμέλειαν τῶν ἱεράκων τὰς ὑποκειμένας καὶ ἕως τοῦ ιζ ἔτους προειμένας πυροῦ δοχικῷ ἀρτάβας πεντήκοντα γείνονται πυροῦ δοχικῷ ν, καὶ σύμβολα καὶ ἀντισύμβολα ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει.