Ancient Greek
BGU 8 1784
Documentary Papyri, Bgu 8 1784
Not analysed yet
Μανδρόβηι Ἱέραξ ὁ παρὰ σοῦ συμμείξας ἀπέδωκέ μοι ἃ ἐγεγράφεις ὑπέρ τε τῶν ποταμοφυλάκων καὶ ἄλλων. τούτοις μὲν οὖν ποταμοφύλαξι τοῦ Πτολεμαικοῦ γέγραφα προπέμψαι τὴν οὐραγίαν μέχρι Ἱερᾶς καὶ παραδοῦναι τοῖς ἀπὸ τοῦ Τρωίτου, καὶ ἐκείνοις δὲ ὅπως σὺν ὑμῖν γένωνται πρὸς τὸ Χιὴ τοῦ Κυνοπολίτου· ὀρθῶς οὖν ποιήσεις τοὺς δηλουμένους ποταμοφύλακας συντάξας εὐθαρσεῖς ποιεῖσθαι καμάτους, καὶ ὡς ἂν ἐπὶ τῶν …τόπων γένωνται ποιων… ἀπαύστως …