Ancient Greek
BGU 8 1785
Documentary Papyri, Bgu 8 1785
Not analysed yet
Κλέωνι ἐκομισάμην ἃ ἐγεγράφεις. ἐβουλόμην οὖν, ὥσπερ οἱ θεοὶ ἴστωσαν, καθόλου σε μὴ δοῦναι τὴν ἐπιγραφήν. τῶν δὲ κατοίκων τὸ εἶδος διʼ ἑαυτῶν κεχειρικότων παρεποδίσθην· ὅμως οὐδὲ κατὰ πᾶν ἀφιλανθρώπητός εἰμι, ἀντὶ γὰρ πλειόνων …ας τῶν προσαγομένων εἰς ὀλίγα συνέστειλα, καθάπερ Διοφάντωι συνφανὲς γέγονεν.