Ancient Greek
BGU 8 1871
Documentary Papyri, Bgu 8 1871
Not analysed yet
Ἀπολλώνιος Ἡλιοδώρωι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. Ἀσκληπιάδης ὁ ἀποδιδοὺς τὸ ἐπιστόλιόν ἐστι ἡμῶν ἀδελφὸς καὶ οἰκεῖος καὶ τρόπον τινὰ Πτολλίωνος τοῦ …παιδίου πατήρ. διὸ παρακαλῶ νέον ἄδελφε, ἐν οἷς ἐὰν σου χρείαν ἔχῃ ενα συνεργεῖν. ἔστιν οὖν ὁ ἄνθρωπος πραγματικός· ἐν οἷς ἐὰν αὐτῶι χρησιμεύσῃς καὶ αὐτὸς ἀντιχαριεῖται, παρὰ πάντα δὲ χαριῇ τοῦ σώματος ἐπιμελόμενος, ἵνʼ ὑγιαίνῃς. ἔρρωσο ἔτους κε Ἁθὺρ …Ἡλιοδώρωι