Ancient Greek
BGU 8 1872
Documentary Papyri, Bgu 8 1872
Not analysed yet
Σωκράτης Ἡλιοδώρωι τῶι ἀδελφῶι χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ Ἡράκλειος ὁ μεριδάρχης ἐν Ἡρακλέους πόλει ἐστίν, γραψάτω τῶι παρʼ αὐτοῦ οὐκέτι ἀργήσας τὰ λοιπὰ λικμῆσαι. μόλις δὲ χθὲς παρακληθεὶς ὑπʼ ἐμοῦ ἐπέταξε λικμῆσαι τὴν κριθήν. ἐπιμελὲς οὖν ἥγησαι, ὡς τὰ λοιπὰ λικμήσει. σαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς· ἔρρωσο ἔτους β Παχὼν ι γεγόνασι ἡμῖν τοῦ Δημητρίου κλήρου ἀρτάβαι …κριθῆς καὶ εἰς τὸ ἱερὸν κ… λικμη…