Ancient Greek
C.Pap.Gr. 2 10
Documentary Papyri, C.Pap.Gr. 2.1 10
Not analysed yet
Ἀπύγχι Ἀπύγχεως καὶ Στοτοῆτι Ἀπύγχεως ἡγουμένοις ἱερέων Σοκονοπαίου Νήσου παρὰ Πανεφρέμμιος τοῦ Ὥρου τοῦ Ἁρπαγάθου μητρὸς Τανεφρέμμιος τῆς Ἁρπαγάθου ἱερέως τῶν ἀπὸ τῆς Σοκνοπαίου Νήσου. ὁ ὁμοπάτριος καὶ ὁμομήτριός μου ἀδελφὸς Ἁρπαγάθης Ὥρου τοῦ Ἁρπαγάθου μητρὸς Τανεφρέμμιος τῆς Ἁρπαγάθου ἱερεὺς ἀναγραφόμενος ἐπὶ τῆς προκιμένης κώμης ἐτελεύτησεν τῶι Καισαρείωι μηνὶ τοῦ διεληλυθότος ιβ ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα ὅπως ἀνενεχθῇ ἐν τοῖς τετελευτηκόσι