Ancient Greek
C.Pap.Gr. 2 9
Documentary Papyri, C.Pap.Gr. 2.1 9
Not analysed yet
Φιλίσκωι ἐγλήμπτορι γερδίων παρὰ Σαραπίωνος τοῦ Σαραπίωνος. ὁ δοῦλός μου Ἀπολλοφάνης γέρδιος ἀναγραφόμενος ἐπʼ ἀμφόδου Τεγμούθεως ἐτελεύτησεν ἐν τῆι ξένῃ τῶι ἐνεστῶτι ζ ἔτει Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. διὸ ἀξιῶ ἀναγραφῆναι τοῦτον ἐν τῇ τῶν τετελευτηκότων τάξει, καὶ ὀμνύω Νέρωνα Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα ἀληθῆ εἶναι. ἔτους ζ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Μεχεὶρ κζ Σεβαστῇ. Φιλίσκος σεσημείωμαι. ἔτους ζ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Μεχεὶρ κζ Σεβαστῇ.