Ancient Greek
C.Pap.Gr. 2 24
Documentary Papyri, C.Pap.Gr. 2.1 24
Not analysed yet
……άριον φασ…τη… …αι ἀδελφῶν ἐτῶν …Ἀπολλωνάριον ἀδελφὴ Πόσιτος ἐτῶν ιθ ἄσημος …ους ἄλλη ἀδελφὴ ἐτῶν δ ἄσημος. Ἀμμωνίωι βασιλικῶι γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἀπολλωναρίου τῆς Διοσκόρου τοῦ Ποσιδωνίου ἀναγραφομένης ἐπʼ ἀμφόδου Ἀράβων μετὰ κυρίου τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Πόσιτος. ὁ ἀνήρ μου Μυσθᾶς Μύσθου τοῦ Μύσθου μητρὸς Ταήσης τῆς …λαογραφούμενος ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου ἐτελεύτησεν τῷ διεληλυθότι μηνὶ Τῦβι τοῦ ἐνεστῶτος ιγ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου· διὸ ἐπιδίδωμι ὅπως ταγῇ αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει γραμματεῖ μητροπόλεως· εἰ ὁ σημαινόμενος Μυσθᾶς ἐτελεύτησεν μετὰ χειρογραφίας ἀναγραψάμενος τὸ ἀκόλουθον ἐπιτέλει ὡς τοῦ κινδύνου ὄντος πρός σε ἐάν τι παρὰ τὸ δέον ᾠκονομήθη· ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Μεχεὶρ λ. Ἀμμώνιος βασιλικὸς γραμματεὺς σεσημείωμαι Μεχεὶρ λ.