Ancient Greek
C.Pap.Gr. 2 25
Documentary Papyri, C.Pap.Gr. 2.1 25
Not analysed yet
Πτολεμαίωι κωμογραμματεῖ Καρανίδος παρὰ Σαμβᾶ τοῦ Πακύσιος τοῦ Πεταῦτος μητρὸς Τκετῖτος τῶν ἀπὸ τῆς προκιμένης κώμης Καρανίδος. ὁ προγεγραμμένος μου πατὴρ Πακῦσις Πεταῦτος τοῦ Τεῶτος μητρὸς Ταμύσθας ὑπερετὴς ἀπολελυμένος τῆς λαογραφίας ἐπὶ τῆς αὐτῆς κώμης ἐτελεύτησεν τῷ Ἁθὺρ μηνὶ τοῦ ἐνεστῶτος ιε ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ. διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα ὅπως ταγῇ αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει. κατακεχώρισται κωμογραμματεῖ διὰ τελευτὴν ιε ἔτους.