Ancient Greek
C.Pap.Gr. 2 30
Documentary Papyri, C.Pap.Gr. 2.1 30
Not analysed yet
…δ… Ἑρμείνῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Σαβείνου Σαβείνου γεγυμνασιαρχηκότος ἀπὸ ἀμφόδου Διονυσίου Τόπων ἀπόντος διὰ Νεμεσιανοῦ τοῦ καὶ Ἀρτεμιδώρου. ὁ υἱδοῦς μου Σαραπίων, ἀναγραφόμενος ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Διονυσίου Τόπων λαογραφούμενος, ἐτελεύτησεν τῷ Μεχεὶρ μηνὶ τοῦδε τοῦ ἐνεστῶτος ιγ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. διὸ ἀξιῶ ταγῆναι αὐτὸν ἐν τῇ τῶν ὁμοίων τάξει. Σαβεῖνος Σαβείνου γεγυμνασιαρχηκὼς ἀπὼν διὰ Νεμεσιανοῦ τοῦ καὶ Ἀρτεμιδώρου Σαραπίωνος ἐπιτρόπου ἐπιδέδωκα, καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην ἀληθῆ εἶναι τὰ προγεγραμμένα. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Μεχεὶρ κδ. γραμματεῦσι μητροπόλεως. εἰ ταῖς ἀληθείαις ὁ προγεγραμμένος ἐτελεύτησεν, τὸ ἀκόλουθον ἐπιτελεῖτε. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Μεχεὶρ κδ. Φιλόξενος γραμματεὺς σεσημείωμαι. Διονυσίου Τόπων.