Ancient Greek
C.Pap.Gr. 2 30
Documentary Papyri, C.Pap.Gr. 2.1 31
Not analysed yet
…παρὰ Ἥρωνος τοῦ Λεωντᾶτος τοῦ Ἥρωνος μητρὸς Θερμίου τῆς Ἥρωνος τῶν ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου Ἱερᾶς Πύλης. ὁ υἱός μου Πετρώνιος μητρὸς Ἡρῶτος τῆς Λεωντᾶτος γέρδιος ἀφήλικος, ἀναγραφόμενος ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου, ἐτελεύτησεν τῷ ἐνεστῶτι μηνὶ Μεχὶρ τοῦ ἐνεστῶτος ιγ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. διὸ ἀξιῶ ταγῆναι τὸ τούτου ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει. γραμματεῦσι μητροπόλεως. εἰ ταῖς ἀληθείαις ὁ προγεγραμμένος ἐτελεύτησεν, τὸ ἀκόλουθον ἐπιτελεῖτε. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Μεχεὶρ κδ. Φιλόξενος γραμματεὺς σεσημείωμαι. Ἱερᾶς Πύλης.