Ancient Greek
C.Pap.Gr. 2 32 b
Documentary Papyri, C.Pap.Gr. 2.1 32b
Not analysed yet
Πτολεμαίωι κωμογραμματεῖ Φιλαδελφίας παρὰ Θενμεσοήρεως Ψενοσίρεως ἀπὸ Φιλαδελφίας μετὰ κυρίου τοῦ συνγενοῦς Πετεαρμούθου τοῦ Πετεαρμούθου. ὁ υἱός μου Πνεφερῶς Πετεσούχου τοῦ Ψενεθαύσιος ἀφῆλιξ ἀναγεγραμμένος ἐπὶ κώμης Φιλαδελφίας ἐτελεύτησεν τῶι Φαῶφι μηνὶ τοῦ ἐνεστῶτος ιδ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. διὸ ἐπιδίδωμι ὅπως ταγῇ ἐν τῇ τῶν τετελευτηκότων τάξει.