Ancient Greek
C.Pap.Gr. 2 32 a
Documentary Papyri, C.Pap.Gr. 2.1 32a
Not analysed yet
Ἑρμίνῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος, παρὰ Θενμεσοήρεως τῆς Ψενοσίρεως μετὰ κυρίου τοῦ συνγενοῦς Πετεαρμούθου τοῦ Πεταρμούθου. ὁ υἱός μου Πνεφερῶς Πετεσούχου τοῦ Ψενεθαύσηος ἀφῆλιξ ἀναγεγραμμένος ἐπὶ κώμης Φιλαδελφίας ἐτελεύτησεν τῶι Φαῶφι μηνὶ τοῦ ἐνεστῶτος ιδ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. διὸ ἀξιῶ ταγῆναι αὐτὸν ἐν τῆι τῶν τετελευτηκότων τάξει. Θενμεσοῆρις ἐτῶν λ ἄσημος. Πετεαρμοῦθις ἐτῶν γ… ἄσημος. ὀμνύω Αὐτοκράτορα Καίσαρα Τραιανὸν Ἁδριανὸν Σεβαστὸν ἀληθινὰ εἶναι τὰ γεγραμμένα …ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ ιγ.