Ancient Greek
C.Pap.Gr. 2 34
Documentary Papyri, C.Pap.Gr. 2.1 34
Not analysed yet
Ἀπολλωνίωι βασιλικῶι γραμματεῖ Ἀρσινοίτου Θεμίστου μερίδος παρὰ Τεῶτος τοῦ Ἀμψάιτος τῶν ἀπὸ κώμης Θεαδελφείας τῆς αὐτῆς μερίδος. ὁ προγεγραμμένος μου πατὴρ Ἀμψάεις Τεῶτος τοῦ Ἀμψάιτος μητρὸς Σοήρεως ὑπερετὴς ἀναγραφόμενος ἐπὶ τῆς αὐτῆς κώμης Θεαδελφείας ἐτελεύτησεν τῶι ἐνεστῶτι μηνὶ Τῦβι τοῦ ἐνεστῶτος δευτέρου καὶ εἰκοστοῦ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν ὁμοίων. τῶι κωμογραμματεῖ. εἰ ταῖς ἀληθείαις ἐτελεύτησεν ὁ προγεγραμμένος ἐπιτέλει ὡς καθήκει, ὡς πρὸς σὲ τοῦ λόγου ἐσομένου ἐάν τι παρὰ τὸ δέον γένηται Ἀνουβίων γραμματεὺς σεσημείωμαι ἔτους κβ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Τῦβι …