Ancient Greek
C.Pap.Gr. 2 35
Documentary Papyri, C.Pap.Gr. 2.1 35
Not analysed yet
Ἑρμείνωι βασιλικῶι γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἥρωνος τοῦ Πετεσούχου τοῦ Ὀνησίμου μητρὸς Ἑλένης ἀπελεύθερος Ἥρωνος τοῦ Ἀφροδεισίου ἀναγραφόμενος ἐπʼ ἀμφόδου Χηνοβοσκίων Πρώτων. ὁ ἀπογραφόμενος ὑπὸ ἐμοῦ τῇ πρὸς τὸ ιϛ ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφῇ ὢν καὶ ὁμομήτριός μου ἀδελφὸς Ἀβάσκαντος ἀπελεύθερος τοῦ προγεγραμμένου Ἥρωνος, λαογραφουμένου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου, ἐτελεύτησεν τῷ ἐνεστῶτι μηνὶ Ἐπεὶφ τοῦ κβ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. διὸ ἐπιδίδωμι ὅπως ταγῇ ἐν τῆι τῶν τετελευτηκότων τάξει. ……ἔτους κβ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. Ἑρμεῖνος ……τετελευτηκότα. ριγ