Ancient Greek
C.Pap.Gr. 2 36
Documentary Papyri, C.Pap.Gr. 2.1 36
Not analysed yet
……ηλει μη… …ως… τῶν ἀπὸ κώμης Βακχιάδος τῆς Ἡρακλείδου μερίδος. ὁ προγεγραμμένος μου πατὴρ Πετεσοῦχος Ἠλεῖτος μητρὸς Τααυνείους ἀπὸ τῆς αὐτῆς κώμης λαογραφούμενος ἐτελεύτησε τῶι Παῦνι μηνὶ τοῦ διεληλυθότος β ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. διὸ ἀξιῶ ταγῆναι αὐτὸν ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν ὁμοίων Ἁρεώτης κωμογραμματεὺς διὰ Δι… γραμματέως ἔσχον τούτου τὸ ἴσον. ἔτους γ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Θώθ ια