Ancient Greek
C.Pap.Gr. 2 4
Documentary Papyri, C.Pap.Gr. 2.1 4
Not analysed yet
Ἡρακλείδῃ κωμογραμματεῖ Εὐημερίας παρὰ Μύσθου τοῦ Πενεουήρεως τῶν ἀπὸ Εὐημερίας τῆς Θεμίστου μερίδος. ὁ ἀδελφὸς Πενεοῦρις Πενεούρεως λαογραφούμενος περὶ τὴν προκειμένην κώμην τετελεύτηκεν ἐν τῷ Μεσορὴ μηνὶ τοῦ πρώτου ἔτους Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ. διὸ ἐπιδίδωμί σοι τὸ ὑπόμνημα ὅπως ταγῆι τοῦτο τὸ ὄνομα ἐν τῆι τῶν τετελευτηκότων τάξει κατὰ τὸ ἔθος. Μύσθης Πενεούρεως ὡς ἐτῶν μβ οὐλὴ πήχει δεξιῷ υ…ω …ἔτους α Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Μεσορὴ ιδ. …ἔτους α Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ, Μεσορὴ ιδ.